Νέμεσι πτερόεσσα βίου ῥοπά,
κυανῶπι θεά, θύγατερ Δίκας
ἃ κοῦφα φρυάγματα θνατῶν
ἐπέχεις ἀδάμαντι χαλινῷ,
ἔχθουσα δ’ ὕβριν ὀλοὰν βροτῶν
μέλανα φθόνον ἐκτὸς ἐλαύνεις.
ὑπὸ σὸν τροχὸν ἄστατον ἀστιβῆ
χαροπὰ μερόπων στρέφεται τύχα,
λήθουσα δὲ πὰρ πόδα βαίνεις,
γαυρούμενον αὐχένα κλίνεις.
ὑπὸ πῆχυν ἀεὶ βίοτον μετρεῖς,
νεύεις δ’ †ὑπὸ κόλπον ὀφρῦν ἀεί†
ζυγὸν μετὰ χεῖρα κρατοῦσα.
ἵλαθι μάκαιρα δικασπόλε
Νέμεσι πτερόεσσα βίου ῥοπά.
Νέμεσιν θεὸν ᾄδομεν ἄφθιτον,
Νίκην τανυσίπτερον ὀμβρίμαν
νημερτέα καὶ πάρεδρον Δίκας,
ἃ τὰν μεγαλανορίαν βροτῶν
νεμεσῶσα φέρεις κατὰ Ταρτάρου.
De Organographia еще тексты
Другие названия этого текста
- De Organographia - MESOMEDES. Hymn to Nemesis (1)
- De Organographia - Μεσομήδης - ΥΜΝΟΣ ΕΙΣ ΝΕΜΕΣΙΝ (0)
Оценка текста
Статистика страницы на pesni.guru ▼
Просмотров сегодня: 1