Гуру Песен Популярное
А Б В Г Д Е Ж З И К Л М Н О П Р С Т У Ф Х Ц Ч Ш Э Ю Я
# A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

Хор монахов монастыря Симонопетра, Святая Гора Афон - Псалом 134 — ''Хвалите имя Господне'' | Текст песни

αἰνεῖτε τὸ ὄνομα κυρίου αἰνεῖτε δοῦλοι κύριον

οἱ ἑστῶτες ἐν οἴκῳ κυρίου ἐν αὐλαῖς οἴκου θεοῦ ἡμῶν

αἰνεῖτε τὸν κύριον ὅτι ἀγαθὸς κύριος ψάλατε τῷ ὀνόματι αὐτοῦ ὅτι καλόν

ὅτι τὸν Ιακωβ ἐξελέξατο ἑαυτῷ ὁ κύριος Ισραηλ εἰς περιουσιασμὸν αὐτοῦ

ὅτι ἐγὼ ἔγνων ὅτι μέγας κύριος καὶ ὁ κύριος ἡμῶν παρα­̀ πάν­τας τοὺς θεούς

πάν­τα ὅσα ἠθέλησεν ὁ κύριος ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ
ἐν ταῖς θαλάσ­σαις καὶ ἐν πάσαις ταῖς ἀβύσ­σοις

ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν
ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ

ὃς ἐπάταξεν τὰ πρωτότοκα Αἰγύπτου ἀπο­̀ ἀνθρώπου ἕως κτήνους

ἐξαπέστειλεν σημεῖα καὶ τέρατα ἐν μέσῳ σου Αἴγυπτε ἐν Φαραω καὶ ἐν πᾶσι τοῖς δούλοις αὐτοῦ

ὃς ἐπάταξεν ἔθνη πολλὰ καὶ ἀπέκτεινεν βασιλεῖς κραταιούς

τὸν Σηων βασιλέα τῶν Αμορραίων καὶ τὸν Ωγ βασιλέα τῆς Βασαν καὶ πάσας τὰς βασιλείας Χανααν

καὶ ἔδωκεν τὴν γῆν αὐτῶν κληρο­νο­μίαν κληρο­νο­μίαν Ισραηλ λαῷ αὐτοῦ

κύριε τὸ ὄνομά σου εἰς τὸν αἰῶνα κύριε τὸ μνημόσυν­όν σου εἰς γενεὰν καὶ γενεάν

ὅτι κρινεῖ κύριος τὸν λαὸν αὐτοῦ καὶ ἐπι­̀ τοῖς δούλοις αὐτοῦ παρα­κληθή­σε­ται

τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον ἔργα χειρῶν ἀνθρώπων

στόμα ἔχουσιν καὶ οὐ λαλήσουσιν ὀφθαλμοὺς ἔχουσιν καὶ οὐκ ὄψον­ται

ὦτα ἔχουσιν καὶ οὐκ ἐνωτισθήσον­ται
οὐδὲ γάρ ἐστιν πνεῦμα ἐν τῷ στόματι αὐτῶν

ὅμοι­οι αὐτοῖς γένοιν­το οἱ ποι­οῦν­τες αὐτὰ καὶ πάν­τες οἱ πεποιθότες ἐπ᾿ αὐτοῖς

οἶκος Ισραηλ εὐλογήσατε τὸν κύριον οἶκος Ααρων εὐλογήσατε τὸν κύριον

οἶκος Λευι εὐλογήσατε τὸν κύριον οἱ φοβούμενοι τὸν κύριον εὐλογήσατε τὸν κύριον

εὐλογητὸς κύριος ἐκ Σιων ὁ κατοικῶν Ιερουσαλημ


Хор монахов монастыря Симонопетра, Святая Гора Афон еще тексты


Видео
Нет видео
-
Оценка текста
Статистика страницы на pesni.guru ▼
Просмотров сегодня: 1