“Χαῖρε, δι’ ἧς ἡ χαρὰ ἐκλάμψει·
χαῖρε, δι’ ἧς ἡ ἀρὰ ἐκλείψει·
χαῖρε, τοῦ πεσόντος Ἀδὰμ ἡ ἀνάκλησις·
χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις·
χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς· (10)
χαῖρε, βάθος δυσθεώρητον καὶ ἀγγέλων ὀφθαλμοῖς·
χαῖρε, ὅτι ὑπάρχεις βασιλέως καθέδρα·
χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα·
χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν ἥλιον·
χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως· (15)
χαῖρε, δι’ ἧς νεουργεῖται ἡ κτίσις·
χαῖρε, δι’ ἧς προσκυνεῖται ὁ πλάστης·
|:χαῖρε, νύμφη ἀνύμφευτε”.:|
Хор Саратовской Духовной Семинарии еще тексты
Оценка текста
Статистика страницы на pesni.guru ▼
Просмотров сегодня: 2